18.1 Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν ὅπου ἦν κῆπος , εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ .
18.2 ᾔδει δὲ καὶ Ἰούδας παραδιδοὺς αὐτὸν τὸν τόπον , ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ .
18.3 οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων .
18.4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν , καὶ λέγει αὐτοῖς · Τίνα ζητεῖτε ;
18.5 ἀπεκρίθησαν αὐτῷ · Ἰησοῦν τὸν Ναζωραῖον . λέγει αὐτοῖς · Ἐγώ εἰμι . εἱστήκει δὲ καὶ Ἰούδας παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν .
18.6 ὡς οὖν εἶπεν αὐτοῖς · Ἐγώ εἰμι , ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί .
18.7 πάλιν οὖν ἐπηρώτησεν αὐτούς · Τίνα ζητεῖτε ; οἱ δὲ εἶπαν · Ἰησοῦν τὸν Ναζωραῖον .
18.8 ἀπεκρίθη Ἰησοῦς · Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι · εἰ οὖν ἐμὲ ζητεῖτε , ἄφετε τούτους ὑπάγειν ·
18.9 ἵνα πληρωθῇ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα .
18.10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν . ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος .
18.11 εἶπεν οὖν Ἰησοῦς τῷ Πέτρῳ · Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην · τὸ ποτήριον δέδωκέν μοι πατὴρ οὐ μὴ πίω αὐτό ;
18.12 οὖν σπεῖρα καὶ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν