18.36 ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου · εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή , οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν , ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις · νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν .
18.37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος · Οὐκοῦν βασιλεὺς εἶ σύ ; ἀπεκρίθη ὁ Ἰησοῦς · Σὺ λέγεις ὅτι βασιλεύς εἰμι . ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ · πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς .
18.38 λέγει αὐτῷ ὁ Πιλᾶτος · Τί ἐστιν ἀλήθεια ; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους , καὶ λέγει αὐτοῖς · Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν ·
18.39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα · βούλεσθε οὖν ʹ ἀπολύσω ὑμῖν ʹ τὸν βασιλέα τῶν Ἰουδαίων ;
18.40 ἐκραύγασαν οὖν πάλιν λέγοντες · Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν . ἦν δὲ ὁ Βαραββᾶς λῃστής .