19.23 οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη , ἑκάστῳ στρατιώτῃ μέρος , καὶ τὸν χιτῶνα . ἦν δὲ χιτὼν ἄραφος , ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου ·
19.24 εἶπαν οὖν πρὸς ἀλλήλους · Μὴ σχίσωμεν αὐτόν , ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται · ἵνα γραφὴ πληρωθῇ λέγουσα · Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον . Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν .
19.25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ μήτηρ αὐτοῦ καὶ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ , Μαρία τοῦ Κλωπᾶ καὶ Μαρία Μαγδαληνή .
19.26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί · Γύναι , ἴδε υἱός σου ·
19.27 εἶτα λέγει τῷ μαθητῇ · Ἴδε μήτηρ σου . καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν μαθητὴς αὐτὴν εἰς τὰ ἴδια .
19.28 Μετὰ τοῦτο εἰδὼς Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ γραφὴ λέγει · Διψῶ .
19.29 σκεῦος ἔκειτο ὄξους μεστόν · σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι .
19.30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος Ἰησοῦς εἶπεν · Τετέλεσται , καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα .
19.31 Οἱ οὖν Ἰουδαῖοι , ἐπεὶ παρασκευὴ ἦν , ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ , ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτου , ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν .