19.12 ἐκ τούτου Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν · οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες · Ἐὰν τοῦτον ἀπολύσῃς , οὐκ εἶ φίλος τοῦ Καίσαρος · πᾶς βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι .
19.13 οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν , καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον , Ἑβραϊστὶ δὲ Γαββαθα .
19.14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα , ὥρα ἦν ὡς ἕκτη . καὶ λέγει τοῖς Ἰουδαίοις · Ἴδε βασιλεὺς ὑμῶν .
19.15 ἐκραύγασαν οὖν ἐκεῖνοι · Ἆρον ἆρον , σταύρωσον αὐτόν . λέγει αὐτοῖς Πιλᾶτος · Τὸν βασιλέα ὑμῶν σταυρώσω ; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς · Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα .
19.16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ . Παρέλαβον οὖν τὸν Ἰησοῦν ·
19.17 καὶ βαστάζων αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον , λέγεται Ἑβραϊστὶ Γολγοθα ,
19.18 ὅπου αὐτὸν ἐσταύρωσαν , καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν , μέσον δὲ τὸν Ἰησοῦν .
19.19 ἔγραψεν δὲ καὶ τίτλον Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ · ἦν δὲ γεγραμμένον · Ἰησοῦς Ναζωραῖος βασιλεὺς τῶν Ἰουδαίων .
19.20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων , ὅτι ἐγγὺς ἦν τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη Ἰησοῦς · καὶ ἦν γεγραμμένον Ἑβραϊστί , Ῥωμαϊστί , Ἑλληνιστί .
19.21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων · Μὴ γράφε · βασιλεὺς τῶν Ἰουδαίων , ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς τῶν Ἰουδαίων εἰμί .
19.22 ἀπεκρίθη Πιλᾶτος · γέγραφα γέγραφα .