20.13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι · Γύναι , τί κλαίεις ; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου , καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν .
20.14 ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω , καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα , καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν .
20.15 λέγει αὐτῇ Ἰησοῦς · Γύναι , τί κλαίεις ; τίνα ζητεῖς ; ἐκείνη δοκοῦσα ὅτι κηπουρός ἐστιν λέγει αὐτῷ · Κύριε , εἰ σὺ ἐβάστασας αὐτόν , εἰπέ μοι ποῦ ἔθηκας αὐτόν , κἀγὼ αὐτὸν ἀρῶ .
20.16 λέγει αὐτῇ Ἰησοῦς · Μαριάμ . στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί · Ραββουνι λέγεται Διδάσκαλε .
20.17 λέγει αὐτῇ Ἰησοῦς · Μή μου ἅπτου , οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα · πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς · Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν .
20.18 ἔρχεται Μαριὰμ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι Ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ .
20.19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων , καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων , ἦλθεν Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον , καὶ λέγει αὐτοῖς · Εἰρήνη ὑμῖν .
20.20 καὶ τοῦτο εἰπὼν ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς . ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον .
20.21 εἶπεν οὖν αὐτοῖς Ἰησοῦς πάλιν · Εἰρήνη ὑμῖν · καθὼς ἀπέσταλκέν με πατήρ , κἀγὼ πέμπω ὑμᾶς .
20.22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς · Λάβετε πνεῦμα ἅγιον ·