20.23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται αὐτοῖς · ἄν τινων κρατῆτε κεκράτηνται .
20.24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα , λεγόμενος Δίδυμος , οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς .
20.25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί · Ἑωράκαμεν τὸν κύριον . δὲ εἶπεν αὐτοῖς · Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ , οὐ μὴ πιστεύσω .
20.26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν . ἔρχεται Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων , καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν · Εἰρήνη ὑμῖν .
20.27 εἶτα λέγει τῷ Θωμᾷ · Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου , καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου , καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός .
20.28 ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ · κύριός μου καὶ θεός μου .
20.29 λέγει αὐτῷ Ἰησοῦς · Ὅτι ἑώρακάς με πεπίστευκας ; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες .
20.30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν , οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ ·
20.31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστιν χριστὸς υἱὸς τοῦ θεοῦ , καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ .