21.1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος · ἐφανέρωσεν δὲ οὕτως .
21.2 ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο .
21.3 λέγει αὐτοῖς Σίμων Πέτρος · Ὑπάγω ἁλιεύειν · λέγουσιν αὐτῷ · Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί . ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον , καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν .
21.4 Πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν · οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν .
21.5 λέγει οὖν αὐτοῖς Ἰησοῦς · Παιδία , μή τι προσφάγιον ἔχετε ; ἀπεκρίθησαν αὐτῷ · Οὔ .
21.6 δὲ εἶπεν αὐτοῖς · Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον , καὶ εὑρήσετε . ἔβαλον οὖν , καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων .
21.7 λέγει οὖν μαθητὴς ἐκεῖνος ὃν ἠγάπα Ἰησοῦς τῷ Πέτρῳ · κύριός ἐστιν . Σίμων οὖν Πέτρος , ἀκούσας ὅτι κύριός ἐστιν , τὸν ἐπενδύτην διεζώσατο , ἦν γὰρ γυμνός , καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν ·
21.8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον , οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων , σύροντες τὸ δίκτυον τῶν ἰχθύων .
21.9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον .
21.10 λέγει αὐτοῖς Ἰησοῦς · Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν .