1.1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων ,
1.2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου ,
1.3 ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι , κράτιστε Θεόφιλε ,
1.4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν .
1.5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά , καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών , καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ .
1.6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ , πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι .
1.7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον , καθότι ʹἦν Ἐλισάβετʹ στεῖρα , καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν .
1.8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ
1.9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου ,
1.10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος ·
1.11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος .
1.12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών , καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν .
1.13 εἶπεν δὲ πρὸς αὐτὸν ἄγγελος · Μὴ φοβοῦ , Ζαχαρία , διότι εἰσηκούσθη δέησίς σου , καὶ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι , καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην ·
1.14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις , καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται ·