1.15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ κυρίου , καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ , καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ ,
1.16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν ·
1.17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου , ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων , ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον .
1.18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον · Κατὰ τί γνώσομαι τοῦτο ; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς .
1.19 καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῷ · Ἐγώ εἰμι Γαβριὴλ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ , καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα ·
1.20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα , ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου , οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν .
1.21 Καὶ ἦν λαὸς προσδοκῶν τὸν Ζαχαρίαν , καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ʹἐν τῷ ναῷ αὐτόνʹ .
1.22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς , καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ · καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς , καὶ διέμενεν κωφός .
1.23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ , ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ .
1.24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ γυνὴ αὐτοῦ · καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε , λέγουσα
1.25 ὅτι Οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις .