1.39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα ,
1.40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ .
1.41 καὶ ἐγένετο ὡς ἤκουσεν ʹτὸν ἀσπασμὸν τῆς Μαρίας Ἐλισάβετʹ , ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς , καὶ ἐπλήσθη πνεύματος ἁγίου Ἐλισάβετ ,
1.42 καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν · Εὐλογημένη σὺ ἐν γυναιξίν , καὶ εὐλογημένος καρπὸς τῆς κοιλίας σου .
1.43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ ;
1.44 ἰδοὺ γὰρ ὡς ἐγένετο φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου , ἐσκίρτησεν ʹἐν ἀγαλλιάσει τὸ βρέφοσʹ ἐν τῇ κοιλίᾳ μου .
1.45 καὶ μακαρία πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου .
1.46 Καὶ εἶπεν Μαριάμ · Μεγαλύνει ψυχή μου τὸν κύριον ,
1.47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου ·
1.48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ , ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί ·
1.49 ὅτι ἐποίησέν μοι μεγάλα δυνατός , καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ ,
1.50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς ʹκαὶ γενεὰσʹ τοῖς φοβουμένοις αὐτόν .
1.51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ , διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν ·
1.52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς ,
1.53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς .
1.54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ , μνησθῆναι ἐλέους ,
1.55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν , τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα .