1.26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ὄνομα Ναζαρὲθ
1.27 πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυὶδ , καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ .
1.28 καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν · Χαῖρε , κεχαριτωμένη , κύριος μετὰ σοῦ .
1.29 δὲ ʹἐπὶ τῷ λόγῳ διεταράχθηʹ καὶ διελογίζετο ποταπὸς εἴη ἀσπασμὸς οὗτος .
1.30 καὶ εἶπεν ἄγγελος αὐτῇ · Μὴ φοβοῦ , Μαριάμ , εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ ·
1.31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν , καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν .
1.32 οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται , καὶ δώσει αὐτῷ κύριος θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ ,
1.33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας , καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος .
1.34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον · Πῶς ἔσται τοῦτο , ἐπεὶ ἄνδρα οὐ γινώσκω ;
1.35 καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῇ · Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ , καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι · διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται , υἱὸς θεοῦ ·
1.36 καὶ ἰδοὺ Ἐλισάβετ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς , καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ ·
1.37 ὅτι οὐκ ἀδυνατήσει παρὰ ʹτοῦ θεοῦʹ πᾶν ῥῆμα .
1.38 εἶπεν δὲ Μαριάμ · Ἰδοὺ δούλη κυρίου · γένοιτό μοι κατὰ τὸ ῥῆμά σου . καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ἄγγελος .