3.12 ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν · Διδάσκαλε , τί ποιήσωμεν ;
3.13 δὲ εἶπεν πρὸς αὐτούς · Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε .
3.14 ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες · ʹΤί ποιήσωμεν καὶ ἡμεῖσʹ ; καὶ εἶπεν αὐτοῖς · Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε , καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν .
3.15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου , μήποτε αὐτὸς εἴη χριστός ,
3.16 ἀπεκρίνατο ʹλέγων πᾶσιν Ἰωάννησʹ · Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς · ἔρχεται δὲ ἰσχυρότερός μου , οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ · αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί ·
3.17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ , τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ .
3.18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν ·
3.19 δὲ Ἡρῴδης τετραάρχης , ἐλεγχόμενος ὑπ’ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν Ἡρῴδης ,
3.20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν , καὶ κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ .
3.21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
3.22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ’ αὐτόν , καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι · Σὺ εἶ υἱός μου ἀγαπητός , ἐν σοὶ εὐδόκησα .