3.1 Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος , ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας , καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου , Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας , καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦντος ,
3.2 ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα , ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ .
3.3 καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν ,
3.4 ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου · Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ · Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου , εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ .
3.5 πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται , καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας ·
3.6 καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ .
3.7 Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ · Γεννήματα ἐχιδνῶν , τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς ;
3.8 ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας · καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς · Πατέρα ἔχομεν τὸν Ἀβραάμ , λέγω γὰρ ὑμῖν ὅτι δύναται θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ .
3.9 ἤδη δὲ καὶ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται · πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται .
3.10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες · Τί οὖν ποιήσωμεν ;
3.11 ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς · ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι , καὶ ἔχων βρώματα ὁμοίως ποιείτω .