4.1 Ἰησοῦς δὲ ʹπλήρης πνεύματος ἁγίουʹ ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου , καὶ ἤγετο ἐν τῷ πνεύματι ʹἐν τῇ ἐρήμῳʹ
4.2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου . καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις , καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν .
4.3 ʹεἶπεν δὲʹ αὐτῷ διάβολος · Εἰ υἱὸς εἶ τοῦ θεοῦ , εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος .
4.4 καὶ ἀπεκρίθη ʹπρὸς αὐτὸν Ἰησοῦσʹ · Γέγραπται ὅτι Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος .
4.5 Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου ·
4.6 καὶ εἶπεν αὐτῷ διάβολος · Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν , ὅτι ἐμοὶ παραδέδοται καὶ ἂν θέλω δίδωμι αὐτήν ·
4.7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ , ἔσται σοῦ πᾶσα .
4.8 καὶ ἀποκριθεὶς ʹὁ Ἰησοῦς εἶπεν αὐτῷʹ · Γέγραπται · ʹΚύριον τὸν θεόν σου προσκυνήσεισʹ καὶ αὐτῷ μόνῳ λατρεύσεις .
4.9 ʹἬγαγεν δὲʹ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ , καὶ εἶπεν αὐτῷ · Εἰ υἱὸς εἶ τοῦ θεοῦ , βάλε σεαυτὸν ἐντεῦθεν κάτω ·
4.10 γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ,
4.11 καὶ ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου .
4.12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ Ἰησοῦς ὅτι Εἴρηται · Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου .
4.13 καὶ συντελέσας πάντα πειρασμὸν διάβολος ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ .