4.14 Καὶ ὑπέστρεψεν Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν . καὶ φήμη ἐξῆλθεν καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ .
4.15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν , δοξαζόμενος ὑπὸ πάντων .
4.16 Καὶ ἦλθεν εἰς Ναζαρά , οὗ ἦν τεθραμμένος , καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν , καὶ ἀνέστη ἀναγνῶναι .
4.17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον ʹτοῦ προφήτου Ἠσαΐουʹ καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον ·
4.18 Πνεῦμα κυρίου ἐπ’ ἐμέ , οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς , ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν , ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει ,
4.19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν .
4.20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν · καὶ πάντων ʹοἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇʹ ἦσαν ἀτενίζοντες αὐτῷ .
4.21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν .
4.22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ , καὶ ἔλεγον · ʹΟὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτοσʹ ;
4.23 καὶ εἶπεν πρὸς αὐτούς · Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην · Ἰατρέ , θεράπευσον σεαυτόν · ὅσα ἠκούσαμεν γενόμενα ʹεἰς τὴν Καφαρναοὺμʹ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου .
4.24 εἶπεν δέ · Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ .