4.25 ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν , πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ , ὅτε ἐκλείσθη οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ , ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν ,
4.26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν .
4.27 καὶ πολλοὶ λεπροὶ ἦσαν ʹἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτουʹ , καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη , εἰ μὴ Ναιμὰν Σύρος .
4.28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα ,
4.29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως , καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ’ οὗ πόλις ʹᾠκοδόμητο αὐτῶν , ὥστεʹ κατακρημνίσαι αὐτόν ·
4.30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο .
4.31 Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας . καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν ·
4.32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ , ὅτι ἐν ἐξουσίᾳ ἦν λόγος αὐτοῦ .
4.33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου , καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ ·
4.34 Ἔα , τί ἡμῖν καὶ σοί , Ἰησοῦ Ναζαρηνέ ; ἦλθες ἀπολέσαι ἡμᾶς ; οἶδά σε τίς εἶ , ἅγιος τοῦ θεοῦ .
4.35 καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς λέγων · Φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ . καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν .
4.36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας , καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες · Τίς λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν , καὶ ἐξέρχονται ;