5.1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρὲτ ,
5.2 καὶ εἶδεν ʹδύο πλοῖαʹ ἑστῶτα παρὰ τὴν λίμνην , οἱ δὲ ἁλιεῖς ʹἀπ’ αὐτῶν ἀποβάντεσʹ ἔπλυνον τὰ δίκτυα .
5.3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων , ἦν Σίμωνος , ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον , ʹκαθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκενʹ τοὺς ὄχλους .
5.4 ὡς δὲ ἐπαύσατο λαλῶν , εἶπεν πρὸς τὸν Σίμωνα · Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν .
5.5 καὶ ἀποκριθεὶς Σίμων εἶπεν · Ἐπιστάτα , δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν , ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω ʹτὰ δίκτυαʹ .
5.6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ , διερρήσσετο δὲ ʹτὰ δίκτυαʹ αὐτῶν .
5.7 καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς · καὶ ἦλθον , καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά .
5.8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων · Ἔξελθε ἀπ’ ἐμοῦ , ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι , κύριε ·
5.9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συνέλαβον ,
5.10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου , οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι . καὶ εἶπεν πρὸς τὸν Σίμωνα Ἰησοῦς · Μὴ φοβοῦ · ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν .
5.11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες πάντα ἠκολούθησαν αὐτῷ .