5.12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας · ʹκαὶ ἰδὼνʹ τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων · Κύριε , ἐὰν θέλῃς δύνασαί με καθαρίσαι .
5.13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών · Θέλω , καθαρίσθητι · καὶ εὐθέως λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ .
5.14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν , ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ , καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς .
5.15 διήρχετο δὲ μᾶλλον λόγος περὶ αὐτοῦ , καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν ·
5.16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος .
5.17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων , καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ · καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν .
5.18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος , καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ .
5.19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ .
5.20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν · Ἄνθρωπε , ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου .
5.21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες · Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας ; τίς δύναται ʹἁμαρτίας ἀφεῖναιʹ εἰ μὴ μόνος θεός ;