5.22 ἐπιγνοὺς δὲ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς · Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν ;
5.23 τί ἐστιν εὐκοπώτερον , εἰπεῖν · Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου , εἰπεῖν · Ἔγειρε καὶ περιπάτει ;
5.24 ἵνα δὲ εἰδῆτε ὅτι ʹὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχειʹ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας εἶπεν τῷ παραλελυμένῳ · Σοὶ λέγω , ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου .
5.25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν , ἄρας ἐφ’ κατέκειτο , ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν .
5.26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν , καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον .
5.27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον , καὶ εἶπεν αὐτῷ · Ἀκολούθει μοι .
5.28 καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτῷ .
5.29 Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ · καὶ ἦν ὄχλος ʹπολὺς τελωνῶνʹ καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι .
5.30 καὶ ἐγόγγυζον οἱ ʹΦαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶνʹ πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες · Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε ;
5.31 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτούς · Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες ·
5.32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν .
5.33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν · Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται , ὁμοίως καὶ οἱ τῶν Φαρισαίων , οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν .