6.1 Ἐγένετο δὲ ἐν σαββάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων , καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ ʹκαὶ ἤσθιον τοὺς στάχυασʹ ψώχοντες ταῖς χερσίν .
6.2 τινὲς δὲ τῶν Φαρισαίων εἶπαν · Τί ποιεῖτε οὐκ ἔξεστιν τοῖς σάββασιν ;
6.3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν Ἰησοῦς · Οὐδὲ τοῦτο ἀνέγνωτε ἐποίησεν Δαυὶδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ὄντες ;
6.4 ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως λαβὼν ἔφαγεν καὶ ἔδωκεν τοῖς μετ’ αὐτοῦ , οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς ;
6.5 καὶ ἔλεγεν αὐτοῖς · Κύριός ἐστιν ʹτοῦ σαββάτου υἱὸς τοῦ ἀνθρώπουʹ .
6.6 Ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν · καὶ ἦν ʹἄνθρωπος ἐκεῖʹ καὶ χεὶρ αὐτοῦ δεξιὰ ἦν ξηρά ·
6.7 παρετηροῦντο δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει , ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ .
6.8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν , ʹεἶπεν δὲʹ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα · Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον · καὶ ἀναστὰς ἔστη .
6.9 εἶπεν δὲ Ἰησοῦς πρὸς αὐτούς · Ἐπερωτῶ ὑμᾶς , εἰ ἔξεστιν ʹτῷ σαββάτῳʹ ἀγαθοποιῆσαι κακοποιῆσαι , ψυχὴν σῶσαι ἀπολέσαι ;
6.10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ · Ἔκτεινον τὴν χεῖρά σου · δὲ ἐποίησεν , καὶ ἀπεκατεστάθη χεὶρ αὐτοῦ .
6.11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας , καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ .