6.12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ʹἐξελθεῖν αὐτὸνʹ εἰς τὸ ὄρος προσεύξασθαι , καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ .
6.13 καὶ ὅτε ἐγένετο ἡμέρα , προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ , καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα , οὓς καὶ ἀποστόλους ὠνόμασεν ,
6.14 Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ καὶ Ἰάκωβον καὶ Ἰωάννην ʹ καὶ Φίλιππον καὶ Βαρθολομαῖον
6.15 καὶ Μαθθαῖον καὶ Θωμᾶν ʹ καὶ Ἰάκωβον Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν
6.16 καὶ Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριὼθ ὃς ἐγένετο προδότης .
6.17 Καὶ καταβὰς μετ’ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ , καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ , καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος ,
6.18 οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν · καὶ οἱ ʹἐνοχλούμενοι ἀπὸʹ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο ·
6.19 καὶ πᾶς ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ , ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας .
6.20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν · Μακάριοι οἱ πτωχοί , ὅτι ὑμετέρα ἐστὶν βασιλεία τοῦ θεοῦ .
6.21 μακάριοι οἱ πεινῶντες νῦν , ὅτι χορτασθήσεσθε . μακάριοι οἱ κλαίοντες νῦν , ὅτι γελάσετε .
6.22 Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι , καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου ·
6.23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε , ἰδοὺ γὰρ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ · κατὰ ʹτὰ αὐτὰʹ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν .