6.37 Καὶ μὴ κρίνετε , καὶ οὐ μὴ κριθῆτε · καὶ μὴ καταδικάζετε , καὶ οὐ μὴ καταδικασθῆτε . ἀπολύετε , καὶ ἀπολυθήσεσθε ·
6.38 δίδοτε , καὶ δοθήσεται ὑμῖν · μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν · ʹᾧ γὰρ μέτρῳʹ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν .
6.39 Εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς · Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν ; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται ;
6.40 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον , κατηρτισμένος δὲ πᾶς ἔσται ὡς διδάσκαλος αὐτοῦ .
6.41 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου , τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς ;
6.42 πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου · Ἀδελφέ , ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου , αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων ; ὑποκριτά , ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ , καὶ τότε διαβλέψεις ʹτὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖνʹ .
6.43 Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν , οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν .
6.44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται · οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα , οὐδὲ ἐκ βάτου ʹσταφυλὴν τρυγῶσινʹ .
6.45 ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν , καὶ πονηρὸς ἐκ τοῦ πονηροῦ προφέρει τὸ πονηρόν · ἐκ γὰρ περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ .
6.46 Τί δέ με καλεῖτε · Κύριε κύριε , καὶ οὐ ποιεῖτε λέγω ;