7.24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν ʹπρὸς τοὺς ὄχλουσʹ περὶ Ἰωάννου · Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι ; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον ;
7.25 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον ; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν .
7.26 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ; προφήτην ; ναί , λέγω ὑμῖν , καὶ περισσότερον προφήτου .
7.27 οὗτός ἐστιν περὶ οὗ γέγραπται · Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου , ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου .
7.28 λέγω ὑμῖν , μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν · δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν .
7.29 ( καὶ πᾶς λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν , βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου ·
7.30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς , μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ . )
7.31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης , καὶ τίνι εἰσὶν ὅμοιοι ;
7.32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις , ʹἃ λέγειʹ · Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε · ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε ·
7.33 ἐλήλυθεν γὰρ Ἰωάννης βαπτιστὴς μὴ ʹἐσθίων ἄρτον μήτε πίνων οἶνονʹ , καὶ λέγετε · Δαιμόνιον ἔχει ·
7.34 ἐλήλυθεν υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων , καὶ λέγετε · Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης , φίλος τελωνῶν καὶ ἁμαρτωλῶν .
7.35 καὶ ἐδικαιώθη σοφία ἀπὸ ʹπάντων τῶν τέκνων αὐτῆσʹ .