7.36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ’ αὐτοῦ · καὶ εἰσελθὼν εἰς ʹτὸν οἶκονʹ τοῦ Φαρισαίου κατεκλίθη .
7.37 καὶ ἰδοὺ γυνὴ ʹἥτις ἦν ἐν τῇ πόλειʹ ἁμαρτωλός , καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου , κομίσασα ἀλάβαστρον μύρου
7.38 καὶ στᾶσα ʹὀπίσω παρὰ τοὺς πόδας αὐτοῦʹ κλαίουσα , ʹτοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦʹ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν , καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ .
7.39 ἰδὼν δὲ Φαρισαῖος καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων · Οὗτος εἰ ἦν προφήτης , ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ γυνὴ ἥτις ἅπτεται αὐτοῦ , ὅτι ἁμαρτωλός ἐστιν .
7.40 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτόν · Σίμων , ἔχω σοί τι εἰπεῖν . δέ · ʹΔιδάσκαλε , εἰπέ , φησίνʹ .
7.41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι · εἷς ὤφειλεν δηνάρια πεντακόσια , δὲ ἕτερος πεντήκοντα .
7.42 μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο . τίς οὖν αὐτῶν πλεῖον ʹἀγαπήσει αὐτόνʹ ;
7.43 ἀποκριθεὶς Σίμων εἶπεν · Ὑπολαμβάνω ὅτι τὸ πλεῖον ἐχαρίσατο . δὲ εἶπεν αὐτῷ · Ὀρθῶς ἔκρινας .
7.44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη · Βλέπεις ταύτην τὴν γυναῖκα ; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν , ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας · αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν .
7.45 φίλημά μοι οὐκ ἔδωκας · αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας .