8.1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ , καὶ οἱ δώδεκα σὺν αὐτῷ ,
8.2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν , Μαρία καλουμένη Μαγδαληνή , ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει ,
8.3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί , αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς .
8.4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς ·
8.5 Ἐξῆλθεν σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ . καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν , καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό .
8.6 καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν , καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα .
8.7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν , καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό .
8.8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν , καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα . ταῦτα λέγων ἐφώνει · ἔχων ὦτα ἀκούειν ἀκουέτω .
8.9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς ʹαὕτη εἴη παραβολήʹ .
8.10 δὲ εἶπεν · Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ , τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς , ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν .
8.11 Ἔστιν δὲ αὕτη παραβολή · σπόρος ἐστὶν λόγος τοῦ θεοῦ .