8.12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες , εἶτα ἔρχεται διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν , ἵνα μὴ πιστεύσαντες σωθῶσιν .
8.13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον , καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν , οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται .
8.14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν , οὗτοί εἰσιν οἱ ἀκούσαντες , καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν .
8.15 τὸ δὲ ἐν τῇ καλῇ γῇ , οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ .
8.16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ὑποκάτω κλίνης τίθησιν , ἀλλ’ ἐπὶ λυχνίας τίθησιν , ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς .
8.17 οὐ γάρ ἐστιν κρυπτὸν οὐ φανερὸν γενήσεται , οὐδὲ ἀπόκρυφον οὐ ʹμὴ γνωσθῇʹ καὶ εἰς φανερὸν ἔλθῃ .
8.18 βλέπετε οὖν πῶς ἀκούετε · ὃς ʹἂν γὰρʹ ἔχῃ , δοθήσεται αὐτῷ , καὶ ὃς ἂν μὴ ἔχῃ , καὶ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ .
8.19 Παρεγένετο δὲ πρὸς αὐτὸν μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ , καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον .
8.20 ʹἀπηγγέλη δὲʹ αὐτῷ · μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν ʹσε θέλοντέσʹ .
8.21 δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς · Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες .