8.22 ʹἘγένετο δὲʹ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ , καὶ εἶπεν πρὸς αὐτούς · Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης , καὶ ἀνήχθησαν .
8.23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν . καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην , καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον .
8.24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες · Ἐπιστάτα ἐπιστάτα , ἀπολλύμεθα · δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος , καὶ ἐπαύσαντο , καὶ ἐγένετο γαλήνη .
8.25 εἶπεν δὲ αὐτοῖς · Ποῦ πίστις ὑμῶν ; φοβηθέντες δὲ ἐθαύμασαν , λέγοντες πρὸς ἀλλήλους · Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι , καὶ ὑπακούουσιν αὐτῷ ;
8.26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γερασηνῶν , ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας .
8.27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια · ʹκαὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιονʹ , καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν .
8.28 ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν · Τί ἐμοὶ καὶ σοί , Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου ; δέομαί σου , μή με βασανίσῃς ·
8.29 παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου . πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν , καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος , καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους .
8.30 ἐπηρώτησεν δὲ αὐτὸν Ἰησοῦς · Τί σοι ʹὄνομά ἐστινʹ ; δὲ εἶπεν · Λεγιών , ὅτι ʹεἰσῆλθεν δαιμόνια πολλὰʹ εἰς αὐτόν .