9.1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν ,
9.2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι ʹτοὺς ἀσθενεῖσʹ ,
9.3 καὶ εἶπεν πρὸς αὐτούς · Μηδὲν αἴρετε εἰς τὴν ὁδόν , μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον , μήτε ἀνὰ δύο χιτῶνας ἔχειν .
9.4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε , ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε .
9.5 καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς , ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ’ αὐτούς .
9.6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ .
9.7 Ἤκουσεν δὲ Ἡρῴδης τετραάρχης τὰ γινόμενα πάντα , καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν ,
9.8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη , ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη .
9.9 ʹεἶπεν δὲʹ Ἡρῴδης · Ἰωάννην ἐγὼ ἀπεκεφάλισα · τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα ; καὶ ἐζήτει ἰδεῖν αὐτόν .
9.10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν . καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς ʹπόλιν καλουμένην Βηθσαϊδάʹ .
9.11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ . καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ , καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο .
9.12 δὲ ἡμέρα ἤρξατο κλίνειν · προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ · Ἀπόλυσον τὸν ὄχλον , ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν , ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν .