9.13 εἶπεν δὲ πρὸς αὐτούς · Δότε αὐτοῖς ʹὑμεῖς φαγεῖνʹ . οἱ δὲ εἶπαν · Οὐκ εἰσὶν ἡμῖν πλεῖον ʹἄρτοι πέντεʹ καὶ ἰχθύες δύο , εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα .
9.14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι . εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ · Κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα .
9.15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας .
9.16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ .
9.17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες , καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα .
9.18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί , καὶ ἐπηρώτησεν αὐτοὺς λέγων · Τίνα με ʹοἱ ὄχλοι λέγουσινʹ εἶναι ;
9.19 οἱ δὲ ἀποκριθέντες εἶπαν · Ἰωάννην τὸν βαπτιστήν , ἄλλοι δὲ Ἠλίαν , ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη .
9.20 εἶπεν δὲ αὐτοῖς · Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ; ʹΠέτρος δὲ ἀποκριθεὶσʹ εἶπεν · Τὸν χριστὸν τοῦ θεοῦ .
9.21 δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο ,
9.22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι .
9.23 Ἔλεγεν δὲ πρὸς πάντας · Εἴ τις θέλει ὀπίσω μου ʹἔρχεσθαι , ἀρνησάσθωʹ ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ ʹκαθ’ ἡμέρανʹ , καὶ ἀκολουθείτω μοι .