9.35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα · Οὗτός ἐστιν υἱός μου ἐκλελεγμένος , αὐτοῦ ἀκούετε .
9.36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος . καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν .
9.37 Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς .
9.38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων · Διδάσκαλε , δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου , ὅτι μονογενής ʹμοί ἐστινʹ ,
9.39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν , καὶ ἐξαίφνης κράζει , καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπ’ αὐτοῦ συντρῖβον αὐτόν ·
9.40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό , καὶ οὐκ ἠδυνήθησαν .
9.41 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν · γενεὰ ἄπιστος καὶ διεστραμμένη , ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν ; προσάγαγε ʹὧδε τὸν υἱόν σουʹ .
9.42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν · ἐπετίμησεν δὲ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ , καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ .
9.43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ . Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ ·
9.44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους , γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων .
9.45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο , καὶ ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό , καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου .