9.46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς , τὸ τίς ἂν εἴη μείζων αὐτῶν .
9.47 δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ ,
9.48 καὶ εἶπεν αὐτοῖς · Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται , καὶ ὃς ʹ ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με · γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας .
9.49 Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν · Ἐπιστάτα , εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια , καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν .
9.50 ʹεἶπεν δὲʹ πρὸς αὐτὸν Ἰησοῦς · Μὴ κωλύετε , ὃς γὰρ οὐκ ἔστιν καθ’ ʹὑμῶν ὑπὲρ ὑμῶνʹ ἐστιν .
9.51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ ,
9.52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ . καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν , ὡς ἑτοιμάσαι αὐτῷ ·
9.53 καὶ οὐκ ἐδέξαντο αὐτόν , ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ .
9.54 ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν · Κύριε , θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς ;
9.55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς .
9.56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην .
9.57 Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν · Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ .
9.58 καὶ εἶπεν αὐτῷ Ἰησοῦς · Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις , δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ .