10.1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν κύριος καὶ ἑτέρους ἑβδομήκοντα δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ʹ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι .
10.2 ἔλεγεν δὲ πρὸς αὐτούς · μὲν θερισμὸς πολύς , οἱ δὲ ἐργάται ὀλίγοι · δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ʹἐργάτας ἐκβάλῃʹ εἰς τὸν θερισμὸν αὐτοῦ .
10.3 ὑπάγετε · ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων .
10.4 μὴ βαστάζετε βαλλάντιον , μὴ πήραν , μὴ ὑποδήματα , καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε .
10.5 εἰς ἣν δ’ ἂν ʹεἰσέλθητε οἰκίανʹ πρῶτον λέγετε · Εἰρήνη τῷ οἴκῳ τούτῳ .
10.6 καὶ ἐὰν ʹᾖ ἐκεῖʹ υἱὸς εἰρήνης , ἐπαναπαήσεται ἐπ’ αὐτὸν εἰρήνη ὑμῶν · εἰ δὲ μήγε , ἐφ’ ὑμᾶς ἀνακάμψει .
10.7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε , ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν , ἄξιος γὰρ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ . μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν .
10.8 καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς , ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν ,
10.9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς , καὶ λέγετε αὐτοῖς · Ἤγγικεν ἐφ’ ὑμᾶς βασιλεία τοῦ θεοῦ .
10.10 εἰς ἣν δ’ ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς , ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε ·
10.11 Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ʹεἰς τοὺς πόδασʹ ἀπομασσόμεθα ὑμῖν · πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν βασιλεία τοῦ θεοῦ .
10.12 λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται τῇ πόλει ἐκείνῃ .