9.59 εἶπεν δὲ πρὸς ἕτερον · Ἀκολούθει μοι . δὲ εἶπεν · Κύριε , ἐπίτρεψόν μοι ʹἀπελθόντι πρῶτονʹ θάψαι τὸν πατέρα μου .
9.60 εἶπεν δὲ αὐτῷ · Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς , σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ .
9.61 εἶπεν δὲ καὶ ἕτερος · Ἀκολουθήσω σοι , κύριε · πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου .
9.62 εἶπεν δὲ ʹὁ Ἰησοῦσʹ · Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ʹτῇ βασιλείᾳʹ τοῦ θεοῦ .