12.1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου , ὥστε καταπατεῖν ἀλλήλους , ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον · Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης , ʹἥτις ἐστὶν ὑπόκρισις , τῶν Φαρισαίωνʹ .
12.2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν οὐκ ἀποκαλυφθήσεται , καὶ κρυπτὸν οὐ γνωσθήσεται .
12.3 ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται , καὶ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων .
12.4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου , μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι .
12.5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε · φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ʹἔχοντα ἐξουσίανʹ ἐμβαλεῖν εἰς τὴν γέενναν · ναί , λέγω ὑμῖν , τοῦτον φοβήθητε .
12.6 οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο ; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ .
12.7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται · μὴ φοβεῖσθε · πολλῶν στρουθίων διαφέρετε .
12.8 Λέγω δὲ ὑμῖν , πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων , καὶ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ ·
12.9 δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ .
12.10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου , ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται .
12.11 ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας , μὴ μεριμνήσητε πῶς ʹἢ τίʹ ἀπολογήσησθε τί εἴπητε ·