12.38 ἔλθῃ καὶ εὕρῃ οὕτως , μακάριοί εἰσιν ἐκεῖνοι .
12.39 Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται , ʹοὐκ ἂνʹ ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ .
12.40 καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι , ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται .
12.41 Εἶπεν δὲ ὁ Πέτρος · Κύριε , πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας ;
12.42 ʹκαὶ εἶπενʹ ὁ κύριος · Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος , ὁ φρόνιμος , ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον ;
12.43 μακάριος ὁ δοῦλος ἐκεῖνος , ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως ·
12.44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν .
12.45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ · Χρονίζει ὁ κύριός μου ἔρχεσθαι , καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας , ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι ,
12.46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει , καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει .
12.47 ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς ·
12.48 ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας . παντὶ δὲ ᾧ ἐδόθη πολύ , πολὺ ζητηθήσεται παρ’ αὐτοῦ , καὶ ᾧ παρέθεντο πολύ , περισσότερον αἰτήσουσιν αὐτόν .
12.49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν , καὶ τί θέλω εἰ ἤδη