13.24 Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας , ὅτι πολλοί , λέγω ὑμῖν , ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν ,
13.25 ἀφ’ οὗ ἂν ἐγερθῇ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν , καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες · Κύριε , ἄνοιξον ἡμῖν · καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν · Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ .
13.26 τότε ἄρξεσθε λέγειν · Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν , καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας ·
13.27 καὶ ἐρεῖ λέγων ὑμῖν · Οὐκ οἶδα πόθεν ἐστέ · ἀπόστητε ἀπ’ ἐμοῦ , πάντες ἐργάται ἀδικίας .
13.28 ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων , ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ , ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω .
13.29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ .
13.30 καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι , καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι .
13.31 Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ · Ἔξελθε καὶ πορεύου ἐντεῦθεν , ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι .
13.32 καὶ εἶπεν αὐτοῖς · Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ · Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον , καὶ τῇ τρίτῃ τελειοῦμαι .
13.33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι , ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ .