13.13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας · καὶ παραχρῆμα ἀνωρθώθη , καὶ ἐδόξαζεν τὸν θεόν .
13.14 ἀποκριθεὶς δὲ ἀρχισυνάγωγος , ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν Ἰησοῦς , ἔλεγεν τῷ ὄχλῳ ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι · ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου .
13.15 ἀπεκρίθη δὲ αὐτῷ κύριος καὶ εἶπεν · Ὑποκριταί , ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει ;
13.16 ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν , ἣν ἔδησεν Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη , οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου ;
13.17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ , καὶ πᾶς ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ .
13.18 Ἔλεγεν οὖν · Τίνι ὁμοία ἐστὶν βασιλεία τοῦ θεοῦ , καὶ τίνι ὁμοιώσω αὐτήν ;
13.19 ὁμοία ἐστὶν κόκκῳ σινάπεως , ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ , καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον , καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ .
13.20 Καὶ πάλιν εἶπεν · Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ ;
13.21 ὁμοία ἐστὶν ζύμῃ , ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον .
13.22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα .
13.23 εἶπεν δέ τις αὐτῷ · Κύριε , εἰ ὀλίγοι οἱ σῳζόμενοι ; δὲ εἶπεν πρὸς αὐτούς ·