14.25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί , καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς ·
14.26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς , ἔτι τε καὶ τὴν ʹψυχὴν ἑαυτοῦʹ , οὐ δύναται ʹεἶναί μου μαθητήσʹ .
14.27 ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου , οὐ δύναται εἶναί μου μαθητής .
14.28 τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην , εἰ ἔχει εἰς ἀπαρτισμόν ;
14.29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται ʹαὐτῷ ἐμπαίζεινʹ
14.30 λέγοντες ὅτι Οὗτος ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι .
14.31 τίς βασιλεὺς πορευόμενος ʹἑτέρῳ βασιλεῖ συμβαλεῖνʹ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν ;
14.32 εἰ δὲ μήγε , ἔτι ʹαὐτοῦ πόρρωʹ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην .
14.33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται ʹεἶναί μουʹ μαθητής .
14.34 Καλὸν οὖν τὸ ἅλας · ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ , ἐν τίνι ἀρτυθήσεται ;
14.35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν · ἔξω βάλλουσιν αὐτό . ἔχων ὦτα ἀκούειν ἀκουέτω .