15.1 Ἦσαν δὲ ʹαὐτῷ ἐγγίζοντεσʹ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ .
15.2 καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς .
15.3 εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων ·
15.4 Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ʹἐξ αὐτῶν ἓνʹ οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό ;
15.5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων ,
15.6 καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας , λέγων αὐτοῖς · Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός .
15.7 λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ʹἐν τῷ οὐρανῷ ἔσταιʹ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας .
15.8 τίς γυνὴ δραχμὰς ἔχουσα δέκα , ἐὰν ἀπολέσῃ δραχμὴν μίαν , οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ ;
15.9 καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα · Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα .
15.10 οὕτως , λέγω ὑμῖν , ʹγίνεται χαρὰʹ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι .
15.11 Εἶπεν δέ · Ἄνθρωπός τις εἶχεν δύο υἱούς .
15.12 καὶ εἶπεν νεώτερος αὐτῶν τῷ πατρί · Πάτερ , δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας · ʹὁ δὲʹ διεῖλεν αὐτοῖς τὸν βίον .
15.13 καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν , καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως .