15.26 ἐπυνθάνετο τί ἂν εἴη ταῦτα ·
15.27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει , καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν , ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν .
15.28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν . ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν .
15.29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ · Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον , καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ ·
15.30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν , ἔθυσας αὐτῷ τὸν ʹσιτευτὸν μόσχονʹ .
15.31 ὁ δὲ εἶπεν αὐτῷ · Τέκνον , σὺ πάντοτε μετ’ ἐμοῦ εἶ , καὶ πάντα τὰ ἐμὰ σά ἐστιν ·
15.32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει , ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν , καὶ ἀπολωλὼς καὶ εὑρέθη .