19.1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ .
19.2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος , καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος ·
19.3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν , καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν .
19.4 καὶ προδραμὼν ʹεἰς τὸʹ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν , ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι .
19.5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον , ἀναβλέψας Ἰησοῦς εἶπεν πρὸς αὐτόν · Ζακχαῖε , σπεύσας κατάβηθι , σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι .
19.6 καὶ σπεύσας κατέβη , καὶ ὑπεδέξατο αὐτὸν χαίρων .
19.7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι .
19.8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον · Ἰδοὺ τὰ ἡμίσιά ʹμου τῶν ὑπαρχόντωνʹ , κύριε , ʹτοῖς πτωχοῖς δίδωμιʹ , καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν .
19.9 εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο , καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν ·
19.10 ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός .
19.11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς ʹεἶναι Ἰερουσαλὴμ αὐτὸνʹ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι ·
19.12 εἶπεν οὖν · Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι .
19.13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς · Πραγματεύσασθε ʹἐν ᾧʹ ἔρχομαι .