21.29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς · Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα ·
21.30 ὅταν προβάλωσιν ἤδη , βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν ·
21.31 οὕτως καὶ ὑμεῖς , ὅταν ἴδητε ταῦτα γινόμενα , γινώσκετε ὅτι ἐγγύς ἐστιν βασιλεία τοῦ θεοῦ .
21.32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται .
21.33 οὐρανὸς καὶ γῆ παρελεύσονται , οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται .
21.34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ʹὑμῶν αἱ καρδίαιʹ ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς , καὶ ʹἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιοσʹ ἡμέρα ἐκείνη
21.35 ὡς παγίς · ʹἐπεισελεύσεται γὰρʹ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς .
21.36 ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι , καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου .
21.37 Ἦν δὲ τὰς ἡμέρας ʹἐν τῷ ἱερῷ διδάσκωνʹ , τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ·
21.38 καὶ πᾶς λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ .