21.15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν οὐ δυνήσονται ʹἀντιστῆναι ἀντειπεῖνʹ ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν .
21.16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ʹἀδελφῶν καὶ συγγενῶν καὶ φίλωνʹ , καὶ θανατώσουσιν ἐξ ὑμῶν ,
21.17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου .
21.18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται .
21.19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν .
21.20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ , τότε γνῶτε ὅτι ἤγγικεν ἐρήμωσις αὐτῆς .
21.21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη , καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν , καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν ,
21.22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα .
21.23 οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις · ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ ,
21.24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς ʹτὰ ἔθνη πάνταʹ , καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν , ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν .
21.25 Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις , καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου ,
21.26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ , αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται .
21.27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς .
21.28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν , διότι ἐγγίζει ἀπολύτρωσις ὑμῶν .