22.55 περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο Πέτρος μέσος αὐτῶν .
22.56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν · Καὶ οὗτος σὺν αὐτῷ ἦν ·
22.57 δὲ ἠρνήσατο λέγων · ʹΟὐκ οἶδα αὐτόν , γύναιʹ .
22.58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη · Καὶ σὺ ἐξ αὐτῶν εἶ · δὲ Πέτρος ἔφη · Ἄνθρωπε , οὐκ εἰμί .
22.59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων · Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν , καὶ γὰρ Γαλιλαῖός ἐστιν ·
22.60 εἶπεν δὲ Πέτρος · Ἄνθρωπε , οὐκ οἶδα λέγεις . καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ .
22.61 καὶ στραφεὶς κύριος ἐνέβλεψεν τῷ Πέτρῳ , καὶ ὑπεμνήσθη Πέτρος τοῦ λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς .
22.62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς .
22.63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες ,
22.64 καὶ περικαλύψαντες ʹαὐτὸν ἐπηρώτωνʹ λέγοντες · Προφήτευσον , τίς ἐστιν παίσας σε ;
22.65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν .
22.66 Καὶ ὡς ἐγένετο ἡμέρα , συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ , ἀρχιερεῖς τε καὶ γραμματεῖς , καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν ,
22.67 λέγοντες · Εἰ σὺ εἶ χριστός , εἰπὸν ἡμῖν . εἶπεν δὲ αὐτοῖς · Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε ·
22.68 ἐὰν δὲ ἐρωτήσω , οὐ μὴ ἀποκριθῆτε .
22.69 ἀπὸ τοῦ νῦν δὲ ἔσται υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ .