22.42 λέγων · Πάτερ , εἰ βούλει παρένεγκε ʹτοῦτο τὸ ποτήριονʹ ἀπ’ ἐμοῦ · πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω .
22.43 ʹὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν .
22.44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο · ʹ καὶ ἐγένετο ʹ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν . ʹ
22.45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν ʹκοιμωμένους αὐτοὺσʹ ἀπὸ τῆς λύπης ,
22.46 καὶ εἶπεν αὐτοῖς · Τί καθεύδετε ; ἀναστάντες προσεύχεσθε , ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν .
22.47 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος , καὶ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς , καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν .
22.48 ʹἸησοῦς δὲʹ εἶπεν αὐτῷ · Ἰούδα , φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως ;
22.49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν · Κύριε , εἰ πατάξομεν ἐν μαχαίρῃ ;
22.50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν ʹτοῦ ἀρχιερέως τὸν δοῦλονʹ καὶ ἀφεῖλεν ʹτὸ οὖς αὐτοῦʹ τὸ δεξιόν .
22.51 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν · Ἐᾶτε ἕως τούτου · καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν .
22.52 εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους · Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων ;
22.53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ · ἀλλ’ αὕτη ʹἐστὶν ὑμῶνʹ ὥρα καὶ ἐξουσία τοῦ σκότους .
22.54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς ʹτὴν οἰκίανʹ τοῦ ἀρχιερέως · δὲ Πέτρος ἠκολούθει μακρόθεν .