23.1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον .
23.2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες · Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα ʹφόρους Καίσαριʹ διδόναι καὶ λέγοντα αὑτὸν χριστὸν βασιλέα εἶναι .
23.3 δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων · Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων ; δὲ ἀποκριθεὶς αὐτῷ ἔφη · Σὺ λέγεις .
23.4 δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους · Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ .
23.5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας , καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε .
23.6 Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ἄνθρωπος Γαλιλαῖός ἐστιν ,
23.7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην , ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις .
23.8 δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν , ἦν γὰρ ʹἐξ ἱκανῶν χρόνων θέλωνʹ ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ , καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον .
23.9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς · αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ .
23.10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ .
23.11 ἐξουθενήσας δὲ αὐτὸν καὶ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ .
23.12 ἐγένοντο δὲ φίλοι τε ʹἩρῴδης καὶ Πιλᾶτοσʹ ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων · προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς .
23.13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν