23.14 εἶπεν πρὸς αὐτούς · Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν , καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ .
23.15 ἀλλ’ οὐδὲ Ἡρῴδης , ʹἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶσʹ · καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ ·
23.16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω .
23.18 Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες · Αἶρε τοῦτον , ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν ·
23.19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον ʹβληθεὶς ἐν τῇ φυλακῇʹ .
23.20 πάλιν δὲ Πιλᾶτος προσεφώνησεν , θέλων ἀπολῦσαι τὸν Ἰησοῦν .
23.21 οἱ δὲ ἐπεφώνουν λέγοντες · ʹΣταύρου σταύρουʹ αὐτόν .
23.22 δὲ τρίτον εἶπεν πρὸς αὐτούς · Τί γὰρ κακὸν ἐποίησεν οὗτος ; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ · παιδεύσας οὖν αὐτὸν ἀπολύσω .
23.23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι , καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν .
23.24 καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν ·
23.25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο , τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν .
23.26 Καὶ ὡς ἀπήγαγον αὐτόν , ἐπιλαβόμενοι ʹΣίμωνά τινα Κυρηναῖον ἐρχόμενονʹ ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ .
23.27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν .
23.28 στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν · Θυγατέρες Ἰερουσαλήμ , μὴ κλαίετε ἐπ’ ἐμέ · πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν ,