23.42 καὶ ἔλεγεν · Ἰησοῦ , μνήσθητί μου ὅταν ἔλθῃς ʹἐν τῇ βασιλείᾳʹ σου .
23.43 καὶ εἶπεν αὐτῷ · Ἀμήν ʹσοι λέγωʹ σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ .
23.44 ʹΚαὶ ἦνʹ ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
23.45 ʹτοῦ ἡλίου ἐκλιπόντοσʹ , ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον .
23.46 καὶ φωνήσας φωνῇ μεγάλῃ Ἰησοῦς εἶπεν · Πάτερ , εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου . ʹτοῦτο δὲʹ εἰπὼν ἐξέπνευσεν .
23.47 Ἰδὼν δὲ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων · Ὄντως ἄνθρωπος οὗτος δίκαιος ἦν .
23.48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην , θεωρήσαντες τὰ γενόμενα , τύπτοντες τὰ στήθη ὑπέστρεφον .
23.49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ μακρόθεν , καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας , ὁρῶσαι ταῦτα .
23.50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων , ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
23.51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων , ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ ,
23.52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ ,
23.53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι , καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν ʹοὐδεὶς οὔπωʹ κείμενος .
23.54 καὶ ἡμέρα ἦν ʹπαρασκευῆς , καὶʹ σάββατον ἐπέφωσκεν .
23.55 κατακολουθήσασαι δὲ αἱ γυναῖκες , αἵτινες ἦσαν συνεληλυθυῖαι ʹἐκ τῆς Γαλιλαίας αὐτῷʹ , ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ ,