23.29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν .
23.30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν · Πέσετε ἐφ’ ἡμᾶς , καὶ τοῖς βουνοῖς · Καλύψατε ἡμᾶς ·
23.31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν , ἐν τῷ ξηρῷ τί γένηται ;
23.32 Ἤγοντο δὲ καὶ ἕτεροι ʹκακοῦργοι δύοʹ σὺν αὐτῷ ἀναιρεθῆναι .
23.33 καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον , ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους , ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν .
23.34 ʹὁ δὲ Ἰησοῦς ἔλεγεν · Πάτερ , ἄφες αὐτοῖς , οὐ γὰρ οἴδασιν τί ποιοῦσιν . ʹ διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους .
23.35 καὶ εἱστήκει λαὸς θεωρῶν . ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες · Ἄλλους ἔσωσεν , σωσάτω ἑαυτόν , εἰ οὗτός ἐστιν χριστὸς ʹτοῦ θεοῦ , ὁʹ ἐκλεκτός .
23.36 ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι , ὄξος προσφέροντες αὐτῷ
23.37 καὶ λέγοντες · Εἰ σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων , σῶσον σεαυτόν .
23.38 ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ · βασιλεὺς τῶν Ἰουδαίων οὗτος .
23.39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν λέγων · Οὐχὶ σὺ εἶ χριστός ; σῶσον σεαυτὸν καὶ ἡμᾶς .
23.40 ἀποκριθεὶς δὲ ἕτερος ʹἐπιτιμῶν αὐτῷ ἔφηʹ · Οὐδὲ φοβῇ σὺ τὸν θεόν , ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ ;
23.41 καὶ ἡμεῖς μὲν δικαίως , ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν · οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν .