24.28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο , καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι .
24.29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες · Μεῖνον μεθ’ ἡμῶν , ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡμέρα . καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς .
24.30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς ·
24.31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν · καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν .
24.32 καὶ εἶπαν πρὸς ἀλλήλους · Οὐχὶ καρδία ἡμῶν καιομένη ἦν ʹἐν ἡμῖνʹ ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ , ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς ;
24.33 καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ , καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς ,
24.34 λέγοντας ὅτι ʹὄντως ἠγέρθη κύριοσʹ καὶ ὤφθη Σίμωνι .
24.35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου .
24.36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν .
24.37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν .
24.38 καὶ εἶπεν αὐτοῖς · Τί τεταραγμένοι ἐστέ , καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ʹτῇ καρδίᾳʹ ὑμῶν ;
24.39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ʹἐγώ εἰμι αὐτόσʹ · ψηλαφήσατέ με καὶ ἴδετε , ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα .
24.40 ʹ [ καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας . ] ʹ
24.41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς · Ἔχετέ τι βρώσιμον ἐνθάδε ;